Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.218 Joseph. AJ 20.223 (English) >>Joseph. AJ 20.229

20.221ἦν δὲ στοὰ τοῦ μὲν ἔξωθεν ἱεροῦ, κειμένη δʼ ἐν φάραγγι βαθείᾳ τετρακοσίων πηχῶν τοὺς τοίχους ἔχουσα ἐκ λίθου τετραγώνου κατεσκεύαστο καὶ λευκοῦ πάνυ, τὸ μὲν μῆκος ἑκάστου λίθου πήχεις εἴκοσι, τὸ δὲ ὕψος ἕξ, ἔργον Σολόμωνος τοῦ βασιλέως πρώτου δειμαμένου τὸ σύμπαν ἱερόν. 20.222 βασιλεὺς δʼ, ἐπεπίστευτο γὰρ ὑπὸ Κλαυδίου Καίσαρος τὴν ἐπιμέλειαν τοῦ ἱεροῦ, λογισάμενος παντὸς μὲν ἔργου τὴν καθαίρεσιν εἶναι ῥᾳδίαν δυσχερῆ δὲ τὴν κατασκευήν, ἐπὶ δὲ τῆς στοᾶς ταύτης καὶ μᾶλλον, χρόνου τε γὰρ καὶ πολλῶν χρημάτων εἰς τοὖργον δεήσειν, ἠρνήσατο μὲν περὶ τούτου δεομένοις, καταστορέσαι δὲ λευκῷ λίθῳ τὴν πόλιν οὐκ ἐκώλυσεν. 20.223Ἰησοῦν δὲ τὸν τοῦ Γαμαλιήλου τὴν ἀρχιερωσύνην ἀφελόμενος ἔδωκεν αὐτὴν Ματθίᾳ τῷ Θεοφίλου, καθʼ ὃν καὶ πρὸς Ῥωμαίους πόλεμος Ἰουδαίοις ἔλαβε τὴν ἀρχήν. 20.224

Ἀναγκαῖον δʼ εἶναι νομίζω καὶ τῇ ἱστορίᾳ ταύτῃ προσῆκον διηγήσασθαι περὶ τῶν ἀρχιερέων, πῶς ἀρξάμενοι καὶ τίσιν ἔξεστι τῆς τιμῆς ταύτης μεταλαμβάνειν καὶ πόσοι γεγόνασιν μέχρι τῆς τοῦ πολέμου τελευτῆς. 20.225πρῶτον μὲν οὖν πάντων λέγουσιν Ἀαρῶνα τὸν Μωυσέως ἀδελφὸν ἀρχιερατεῦσαι τῷ θεῷ, τελευτήσαντος δὲ ἐκείνου διαδέξασθαι τοὺς παῖδας εὐθὺς κἀπʼ ἐκείνων τοῖς ἐγγόνοις αὐτῶν διαμεῖναι τὴν τιμὴν ἅπασιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.218 Joseph. AJ 20.223 (English) >>Joseph. AJ 20.229

Powered by PhiloLogic